55.1 τοιαύτης ὑπογινομένης ἀλλοτριότητος πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλισθένης προσκυνῆσαι ψεύσαιτο τὴν ὁμολογίαν ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες ἐπεφύοντο φάσκοντες περιϊέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονοῦντα , καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ περιέπειν ὡς μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι .
55.2 διὸ καὶ τῶν περὶ Ἑρμόλαον ἐπιβουλευσάντων τῷ Ἀλεξάνδρῳ καὶ φανερῶν γενομένων ἔδοξαν ἀληθέσιν ὅμοια κατηγορεῖν οἱ διαβάλλοντες , ὡς τῷ μὲν προβαλόντι πῶς ἂν ἐνδοξότατος γένοιτο ἄνθρωπος , εἶπεν , ʹ ἄν ἀποκτείνῃ τὸν ἐνδοξότατον , ʹ τὸν δὲ Ἑρμόλαον ἐπὶ τὴν πρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴν χρυσῆν κλίνην , ἀλλὰ μνημονεύειν ὅτι καὶ νοσοῦντι καὶ τιτρωσκομένῳ πρόσεισιν ἀνθρώπῳ .
55.3 καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶς οὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλισθένους κατεῖπεν . ἀλλὰ καὶ Ἀλέξανδρος αὐτὸς εὐθὺς Κρατερῷ γράφων καὶ Ἀττάλῳ καὶ Ἀλκέτᾳ φησὶ τοὺς παῖδας βασανιζομένους ὁμολογεῖν ὡς αὐτοὶ ταῦτα πράξειαν , ἄλλος δὲ οὐδεὶς συνειδείη . ὕστερον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸν Καλλισθένην συνεπαιτιασάμενος ,
55.4 ʹ οἱ μὲν παῖδες , ʹ φησὶν , ʹ ὑπὸ τῶν Μακεδόνων κατελεύσθησαν , τὸν δὲ σοφιστὴν ἐγὼ κολάσω καὶ τοὺς ἐκπέμψαντας αὐτὸν καὶ τοὺς ὑποδεχομένους ταῖς πόλεσι τοὺς ἐμοὶ ἐπιβουλεύοντας , ʹ ἄντικρυς ἔν γε τούτοις ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην καὶ γὰρ ἐτέθραπτο Καλλισθένης παρ’ αὐτῷ διὰ τὴν συγγένειαν , ἐξ Ἡροῦς γεγονώς , ἀνεψιᾶς Ἀριστοτέλους .
55.5 ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ὑπ’ Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν , οἱ δὲ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα , Χάρης δὲ μετὰ τὴν σύλληψιν ἑπτὰ μῆνας φυλάττεσθαι δεδεμένον , ὡς ἐν τῷ συνεδρίῳ κριθείη