64.1 τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα , δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις καὶ βραχυλόγους , ἐρωτήματα προὔβαλεν αὐτοῖς ἄπορα , φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον , εἶτα ἐφεξῆς οὕτω τοὺς ἄλλους ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσε κρίνειν .
64.2 ὁ μὲν οὖν πρῶτος ἐρωτηθείς πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τεθνηκότας , ἔφη τοὺς ζῶντας οὐκέτι γὰρ εἶναι τοὺς τεθνηκότας . ὁ δὲ δεύτερος , πότερον τὴν γῆν ἢ τὴν θάλατταν μείζονα τρέφειν θηρία , τὴν γῆν ταύτης γὰρ μέρος εἶναι τὴν θάλατταν . ὁ δὲ τρίτος , ποῖόν ἐστι ζῷον πανουργότατον , ʹ ὃ μέχρι νῦν , ʹ εἶπεν , ʹ ἄνθρωπος οὐκ ἔγνωκεν . ʹ
64.3 ὁ δὲ τέταρτος ἀνακρινόμενος τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησεν , ἀπεκρίνατο , ʹ καλῶς ζῆν βουλόμενος αὐτὸν ἢ καλῶς ἀποθανεῖν . ʹ ὁ δὲ πέμπτος ἐρωτηθείς πότερον οἴεται τὴν ἡμέραν ἢ τὴν νύκτα προτέραν γεγονέναι , ʹ τὴν ἡμέραν , ʹ εἶπεν , ʹ ἡμέρᾳ μιᾷ ʹ καὶ προσεπεῖπεν οὗτος , θαυμάσαντος τοῦ βασιλέως , ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι .
64.4 μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα πῶς ἄν τις φιληθείη μάλιστα · ʹ ἂν κράτιστος ὤν , ʹ ἔφη , ʹ μὴ φοβερὸς ᾖ . ʹ τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτηθείς πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός , ʹ εἴ τι πράξειεν , ʹ εἶπεν , ʹ ὃ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν ʹ ὁ δὲ περὶ ζῳῆς καὶ θανάτου