Ἀθήνα
118 ὁρᾷς , Ὀδυσσεῦ , τὴν θεῶν ἰσχὺν ὅση ;
119 τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
120 ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια ;
Ὀδυσσεύς
121 ἐγὼ μὲν οὐδέν’ οἶδ’ · ἐποικτίρω δέ νιν
122 δύστηνον ἔμπας , καίπερ ὄντα δυσμενῆ ,
123 ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ ,
124 οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν ·
125 ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
126 εἴδωλ’ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν .
Ἀθήνα
127 τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
128 μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος ,
129 μηδ’ ὄγκον ἄρῃ μηδέν’ , εἴ τινος πλέον
130 ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει .
131 ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
132 ἅπαντα τἀνθρώπεια · τοὺς δὲ σώφρονας
133 θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς .