Καρίων
283 ἀλλ’ οὐκέτ’ ἂν κρύψαιμι . τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285 ἄγων δεσπότης , ὃς ὑμᾶς πλουσίους ποιήσει .
Χορός
286 ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι ;
Καρίων
287 νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν , ἢν ὦτ’ ὄνου λάβητε .
Χορός
288 ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
289 ὑφ’ ἡδονῆς , εἴπερ λέγεις ὄντως σὺ ταῦτ’ ἀληθῆ .
Καρίων
290 καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
291 μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
292 ὑμᾶς ἄγειν . ἀλλ’ εἶα τέκεα θαμίν’ ἐπαναβοῶντες
293 βληχώμενοί τε προβατίων
294 αἰγῶν τε κιναβρώντων μέλη
295 ἕπεσθ’ ἀπεψωλημένοι · τράγοι δ’ ἀκρατιεῖσθε .
Χορός
296 ἡμεῖς δέ γ’ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
297 βληχώμενοι , σὲ τουτονὶ πεινῶντα καταλαβόντες ,
298 πήραν ἔχοντα λάχανά τ’ ἄγρια δροσερά , κραιπαλῶντα
299 ἡγούμενον τοῖς προβατίοις ,
300 εἰκῇ δὲ καταδαρθόντα που
301 μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι .
Καρίων
302 ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ’ ἀνακυκῶσαν ,
303 τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ’ ἐν Κορίνθῳ
304 ἔπεισεν ὡς ὄντας κάπρους
305 μεμαγμένον σκῶρ ἐσθίειν , αὐτὴ δ’ ἔματτεν αὐτοῖς ,
306 μιμήσομαι πάντας τρόπους ·
307 ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
308 ἕπεσθε μητρὶ χοῖροι .