Χρεμύλος
489 φανερὸν μὲν ἔγωγ’ οἶμαι γνῶναι τοῦτ’ εἶναι πᾶσιν ὁμοίως ,
490 ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον ,
491 τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου .
492 τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν , ὥστε γενέσθαι
493 βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον .
494 ἢν γὰρ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ ,
495 ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει ,
496 τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται · κᾆτα ποιήσει
497 πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας .
498 καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ’ ἄμεινον ;
Βλεψίδημος
499 οὐδείς · τούτου μάρτυς ἐγώ σοι · μηδὲν ταύτην γ’ ἀνερώτα .