Χρεμύλος
500 ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται ,
501 τίς ἂν οὐχ ἡγοῖτ’ εἶναι μανίαν κακοδαιμονίαν τ’ ἔτι μᾶλλον ;
502 πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί ,
503 ἀδίκως αὐτὰ ξυλλεξάμενοι · πολλοὶ δ’ ὄντες πάνυ χρηστοὶ
504 πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν .
505 οὔκουν εἶναί φημ’ , εἰ παύσει ταύτην βλέψας ποθ’ ὁ Πλοῦτος ,
506 ὁδὸν ἥντιν’ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ’ ἄν μείζω πορίσειεν .
Πενία
507 ἀλλ’ ὦ πάντων ῥᾷστ’ ἀνθρώπων ἀναπεισθέντ’ οὐχ ὑγιαίνειν
508 δύο πρεσβύτα , ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν ,
509 εἰ τοῦτο γένοιθ’ ὃ ποθεῖθ’ ὑμεῖς , οὔ φημ’ ἂν λυσιτελεῖν σφῷν .
510 εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ’ ἴσον αὑτόν ,
511 οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ’ ἂν σοφίαν μελετῴη
512 οὐδείς · ἀμφοῖν δ’ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
513 τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν ,
514 ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν ,
515 ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι ,
516 ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν ;
Χρεμύλος
517 λῆρον ληρεῖς . ταῦτα γὰρ ἡμῖν πάνθ’ ὅσα νῦν δὴ κατέλεξας