Χρεμύλος
535 σὺ γὰρ ἂν πορίσαι τί δύναι’ ἀγαθὸν φῴδων ἐκ βαλανείου
536 καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι · δίων κολοσυρτόν ;
537 φθειρῶν τ’ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
538 ὑπὸ τοῦ πλήθους , αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν ,
539 ἐπεγείρουσαι καὶ φράζουσαι , " πεινήσεις , ἀλλ’ ἐπανίστω . "
540 πρὸς δέ γε τούτοις ἀνθ’ ἱματίου μὲν ἔχειν ῥάκος · ἀντὶ δὲ κλίνης
541 στιβάδα σχοίνων κόρεων μεστήν , τοὺς εὕδοντας ἐγείρει ·
542 καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν · ἀντὶ δὲ προσκεφαλαίου
543 λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ · σιτεῖσθαι δ’ ἀντὶ μὲν ἄρτων
544 μαλάχης πτόρθους , ἀντὶ δὲ μάζης φυλλεῖ’ ἰσχνῶν ῥαφανίδων ,
545 ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος , ἀντὶ δὲ μάκτρας
546 φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην . ἆρά γε πολλῶν
547 ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σ’ αἴτιον οὖσαν ;
Πενία
548 σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας , τὸν τῶν πτωχῶν δ’ ὑπεκρούσω .
Χρεμύλος
549 οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν .