Χρεμύλος
518 οἱ θεράποντες μοχθήσουσιν .
Πενία
πόθεν οὖν ἕξεις θεράποντας ;
Χρεμύλος
519 ὠνησόμεθ’ ἀργυρίου δήπου .
Πενία
τίς δ’ ἔσται πρῶτον πωλῶν ,
520 ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ ;
Χρεμύλος
κερδαίνειν βουλόμενός τις
521 ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν .
Πενία
522 ἀλλ’ οὐδ’ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ’ ἀνδραποδιστὴς
523 κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου . τίς γὰρ πλουτῶν ἐθελήσει
524 κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι ;
525 ὥστ’ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
526 ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν .
Χρεμύλος
ἐς κεφαλὴν σοί .
Πενία
527 ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν , οὐ γὰρ ἔσονται ,
528 οὔτ’ ἐν δάπισιν · τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος ;
529 οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον .
530 οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων .
531 καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας ;
532 παρ’ ἐμοῦ δ’ ἔστιν ταῦτ’ εὔπορα πάνθ’ ὑμῖν ὧν δείσθον · ἐγὼ γὰρ
533 τὸν χειροτέχνην ὥσπερ δέσποιν’ ἐπαναγκάζουσα κάθημαι
534 διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει .