Χορός
416 Ἄδμητ’ , ἀνάγκη τάσδε συμφορὰς φέρειν ·
417 οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
418 γυναικὸς ἐσθλῆς ἤμπλακες · γίγνωσκε δὲ
419 ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται .
Ἄδμητος
420 ἐπίσταμαί γε , κοὐκ ἄφνω κακὸν τόδε
421 προσέπτατ’ · εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι .
422 ἀλλ’ , ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ ,
423 πάρεστε καὶ μένοντες ἀντηχήσατε
424 παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ .
425 πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
426 πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
427 κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ ·
428 τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
429 πώλους , σιδήρῳ τέμνετ’ αὐχένων φόβην .
430 αὐλῶν δὲ μὴ κατ’ ἄστυ , μὴ λύρας κτύπος
431 ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας ·
432 οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
433 τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμ’ · ἀξία δέ μοι
434 τιμῆς , ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη .