Θεράπων
747 πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
748 ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους ,
749 οἷς δεῖπνα προύθηκ’ · ἀλλὰ τοῦδ’ οὔπω ξένου
750 κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην .
751 ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
752 ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας .
753 ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
754 τὰ προστυχόντα ξένια , συμφορὰν μαθών ,
755 ἀλλ’ , εἴ τι μὴ φέροιμεν , ὤτρυνεν φέρειν .
756 ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
757 πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ ,
758 ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
759 οἴνου · στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
760 ἄμουσ’ ὑλακτῶν · δισσὰ δ’ ἦν μέλη κλύειν ·
761 μὲν γὰρ ᾖδε , τῶν ἐν Ἀδμήτου κακῶν
762 οὐδὲν προτιμῶν , οἰκέται δ’ ἐκλαίομεν
763 δέσποιναν · ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
764 τέγγοντες · Ἄδμητος γὰρ ὧδ’ ἐφίετο .
765 καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
766 ξένον , πανοῦργον κλῶπα καὶ λῃστήν τινα ,
767 δ’ ἐκ δόμων βέβηκεν , οὐδ’ ἐφεσπόμην
768 οὐδ’ ἐξέτεινα χεῖρ’ , ἀποιμώζων ἐμὴν
769 δέσποιναν , ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
770 μήτηρ · κακῶν γὰρ μυρίων ἐρρύετο ,
771 ὀργὰς μαλάσσουσ’ ἀνδρός . ἆρα τὸν ξένον
772 στυγῶ δικαίως , ἐν κακοῖς ἀφιγμένον ;