Ἀνδρομάχη
319 δόξα δόξα , μυρίοισι δὴ βροτῶν
320 οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν .
321 εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο ,
322 εὐδαιμονίζω · τοὺς δ’ ὑπὸ ψευδῶν , ἔχειν
323 οὐκ ἀξιώσω , πλὴν τύχῃ φρονεῖν δοκεῖν .
324 σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
325 Τροίαν ἀφείλου Πρίαμον , ὧδε φαῦλος ὤν ;
326 ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
327 τοσόνδ’ ἔπνευσας , καὶ γυναικὶ δυστυχεῖ
328 δούλῃ κατέστης εἰς ἀγῶν’ ; οὐκ ἀξιῶ
329 οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι .
330 [ ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν ]
331 [ λαμπροί , τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι , ]
332 [ πλὴν εἴ τι πλούτῳ · τοῦτο δ’ ἰσχύει μέγα . ]
333 Μενέλαε , φέρε δὴ διαπεράνωμεν λόγους ·
334 τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε ·
335 μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος .
336 ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
337 φόνον · τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος .
338 ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω ,
339 τὸν παῖδά μου κτενεῖτε ; κᾆτα πῶς πατὴρ
340 τέκνου θανόντος ῥᾳδίως ἀνέξεται ;
341 οὐχ ὧδ’ ἄνανδρον αὐτὸν Τροία καλεῖ ·
342 ἀλλ’ εἶσιν οἷ χρή Πηλέως γὰρ ἄξια
343 πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται
344 ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων · σὺ δ’ ἐκδιδοὺς
345 ἄλλῳ τί λέξεις ; πότερον ὡς κακὸν πόσιν
346 φεύγει τὸ ταύτης σῶφρον ; ἀλλὰ πεύσεται .
347 γαμεῖ δὲ τίς νιν ; σφ’ ἄνανδρον ἐν δόμοις
348 χήραν καθέξεις πολιόν ; τλήμων ἀνήρ ,
349 κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς ;
350 πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
351 βούλοι’ ἂν εὑρεῖν παθεῖν ἁγὼ λέγω ;
352 οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
353 οὐδ’ , εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν ,
354 ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν .
355 ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
356 καὶ νηδὺν ἐξαμβλοῦμεν , ὡς αὐτὴ λέγει ,
357 ἑκόντες οὐκ ἄκοντες , οὐδὲ βώμιοι
358 πίτνοντες , αὐτοὶ τὴν δίκην ὑφέξομεν
359 ἐν σοῖσι γαμβροῖς , οἷσιν οὐκ ἐλάσσονα
360 βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν .
361 ἡμεῖς μὲν οὖν τοιοίδε · τῆς δὲ σῆς φρενὸς
362 ἕν σου δέδοικα · διὰ γυναικείαν ἔριν
363 καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν .