Πηλεύς
547 ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ ,
548 τί ταῦτα ; πῶς ταῦτ’ ; ἐκ τίνος λόγου νοσεῖ
549 δόμος ; τί πράσσετ’ ἄκριτα μηχανώμενοι ;
550 Μενέλα’ , ἐπίσχες · μὴ τάχυν’ ἄνευ δίκης [ ... ]
551 ἡγοῦ σὺ θᾶσσον , οὐ γὰρ ὡς ἔοικέ μοι
552 σχολῆς τόδ’ ἔργον · ἀλλ’ ἀνηβητηρίαν
553 ῥώμην μ’ ἐπαινῶ λαμβάνειν , εἴπερ ποτέ [ ... ]
554 πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις
555 ἐμπνεύσομαι τῇδ’ · εἰπέ , τίνι δίκῃ χέρας
556 βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
557 καὶ παῖδ’ ; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι ,
558 ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν .