Σιληνός
1 Βρόμιε , διὰ σὲ μυρίους ἔχω πόνους
2 νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας ·
3 πρῶτον μέν , ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο
4 Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς ·
5 ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς
6 ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς
7 Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ
8 ἔκτεινα φέρ’ ἴδω , τοῦτ’ ἰδὼν ὄναρ λέγω ;
9 οὐ μὰ Δί’ , ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ .
10 καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον .
11 ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
12 λῃστῶν ἐπῶρσεν , ὡς ὁδηθείης μακράν ,
13 { ἐγὼ } πυθόμενος σὺν τέκνοισι ναυστολῶ
14 σέθεν κατὰ ζήτησιν . ἐν πρύμνῃ δ’ ἄκρᾳ
15 αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ ,
16 παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
17 ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’ , ἄναξ .
18 ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
19 ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20 ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν ,
21 ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
22 ʹύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι .
23 τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
24 δοῦλοι · καλοῦσι δ’ αὐτὸν λατρεύομεν
25 Πολύφημον · ἀντὶ δ’ εὐίων βακχευμάτων
26 ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν .
27 παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις
28 νέμουσι μῆλα νέα νέοι πεφυκότες ,
29 ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30 μένων τέταγμαι τάσδε , τῷδε δυσσεβεῖ
31 Κύκλωπι δείπνων ἀνοσίων διάκονος .
32 καὶ νῦν , τὰ προσταχθέντ’ , ἀναγκαίως ἔχει
33 σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους ,
34 ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν
35 καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα .
36 ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
37 ποίμνας . τί ταῦτα ; μῶν κρότος σικινίδων
38 ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ
39 κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους
40 προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι ;