Ὀδυσσεύς
451 κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι , λέγων
452 ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε ,
453 μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν .
454 ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
455 ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις ,
456 ὃν φασγάνῳ { ’γὼ } τῷδ’ ἀποξύνας ἄκρον ,
457 ἐς πῦρ καθήσω · κᾆθ’ , ὅταν κεκαυμένον
458 ἴδω νιν , ἄρας θερμὸν ἐς μέσην βαλῶ
459 Κύκλωπος ὄψιν , ὄμμα τ’ ἐκτήξω πυρί .
460 ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
461 διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ ,
462 οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
463 Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας .
Χορός
464 ἰοὺ ἰού ,
465 γέγηθα , μαινόμεσθα τοῖς εὑρήμασιν .
Ὀδυσσεύς
466 κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
467 νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
468 διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός .
Χορός
469 ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470 κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
471 δαλοῦ ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω .
Ὀδυσσεύς
472 δεῖ γοῦν · μέγας γὰρ δαλός · οὗ ξυλληπτέον .
Χορός
473 ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος ,
474 εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475 ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν .