Αὐτουργός
1 γῆς παλαιὸν ἄργος , Ἰνάχου ῥοαί ,
2 ὅθεν ποτ’ ἄρας ναυσὶ χιλίαις Ἄρη
3 ἐς γῆν ἔπλευσε Τρῳάδ’ Ἀγαμέμνων ἄναξ .
4 κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονὶ
5 Πρίαμον , ἑλών τε Δαρδάνου κλεινὴν πόλιν ,
6 ἀφίκετ’ ἐς τόδ’ Ἄργος , ὑψηλῶν δ’ ἐπὶ
7 ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων .
8 κἀκεῖ μὲν εὐτύχησεν · ἐν δὲ δώμασι
9 θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
10 καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί .
11 χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
12 ὄλωλεν , Αἴγισθος δὲ βασιλεύει χθονός ,
13 ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων .
14 οὓς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει ,
15 ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος ,
16 τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
17 μέλλοντ’ Ὀρέστην χερὸς ὑπ’ Αἰγίσθου θανεῖν
18 Στροφίῳ τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν ·
19 δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός ,
20 ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος ,
21 μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός .
22 δείσας δὲ μή τῳ παῖδ’ ἀριστέων τέκοι
23 Ἀγαμέμνονος ποινάτορ’ , εἶχεν ἐν δόμοις
24 Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίῳ τινί .
25 ἐπεὶ δὲ καὶ τοῦτ’ ἦν φόβου πολλοῦ πλέων ,
26 μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι ,
27 κτανεῖν σφε βουλεύσαντος , ὠμόφρων ὅμως
28 μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός .
29 ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ ὀλωλότα ,
30 παίδων δ’ ἔδεισε μὴ φθονηθείη φόνῳ .
31 ἐκ τῶνδε δὴ τοιόνδ’ ἐμηχανήσατο
32 Αἴγισθος · ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
33 Ἀγαμέμνονος παῖς , χρυσὸν εἶφ’ ὃς ἂν κτάνῃ ,
34 ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
35 δάμαρτα , πατέρων μὲν Μυκηναίων ἄπο
36 γεγῶσιν οὐ δὴ τοῦτό γ’ ἐξελέγχομαι ·
37 λαμπροὶ γὰρ ἐς γένος γε , χρημάτων δὲ δὴ
38 πένητες , ἔνθεν ηὑγένει’ ἀπόλλυται
39 ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον .
40 εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ ἔχων ἀνήρ ,
41 εὕδοντ’ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
42 φόνον δίκη τ’ ἂν ἦλθεν Αἰγίσθῳ τότε .
43 ἣν οὔποθ’ ἁνὴρ ὅδε σύνοιδέ μοι Κύπρις
44 ᾔσχυνεν εὐνῇ · παρθένος δ’ ἔτ’ ἐστὶ δή .
45 αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
46 λαβὼν ὑβρίζειν , οὐ κατάξιος γεγώς .
47 στένω δὲ τὸν λόγοισι κηδεύοντ’ ἐμοὶ
48 ἄθλιον Ὀρέστην , εἴ ποτ’ εἰς Ἄργος μολὼν
49 γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται .
50 ὅστις δέ μ’ εἶναί φησι μῶρον , εἰ λαβὼν
51 νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω ,
52 γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
53 τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν .