Ἠλέκτρα
54 νὺξ μέλαινα , χρυσέων ἄστρων τροφέ ,
55 ἐν τόδ’ ἄγγος τῷδ’ ἐφεδρεῦον κάρᾳ
56 φέρουσα πηγὰς ποταμίας μετέρχομαι
57 οὐ δή τι χρείας ἐς τοσόνδ’ ἀφιγμένη ,
58 ἀλλ’ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς
59 γόους τ’ ἀφίημ’ αἰθέρ’ ἐς μέγαν πατρί .
60 γὰρ πανώλης Τυνδαρίς , μήτηρ ἐμή ,
61 ἐξέβαλέ μ’ οἴκων , χάριτα τιθεμένη πόσει ·
62 τεκοῦσα δ’ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
63 πάρεργ’ Ὀρέστην κἀμὲ ποιεῖται δόμων
Αὐτουργός
64 τί γὰρ τάδ’ , δύστην’ , ἐμὴν μοχθεῖς χάριν
65 πόνους ἔχουσα , πρόσθεν εὖ τεθραμμένη ,
66 καὶ ταῦτ’ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι ;
Ἠλέκτρα
67 ἐγώ σ’ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον ·
68 ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς .
69 μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
70 ἰατρὸν εὑρεῖν , ὡς ἐγὼ σὲ λαμβάνω .
71 δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
72 μόχθου ’πικουφίζουσαν , ὡς ῥᾷον φέρῃς ,
73 συνεκκομίζειν σοι πόνους . ἅλις δ’ ἔχεις
74 τἄξωθεν ἔργα · τἀν δόμοις δ’ ἡμᾶς χρεὼν
75 ἐξευτρεπίζειν . εἰσιόντι δ’ ἐργάτῃ
76 θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς .