Αὐτουργός
420 ἀλλ’ , εἰ δοκεῖ σοι , τούσδ’ ἀπαγγελῶ λόγους
421 γέροντι · χώρει δ’ ἐς δόμους ὅσον τάχος
422 καὶ τἄνδον ἐξάρτυε . πολλά τοι γυνὴ
423 χρῄζουσ’ ἂν εὕροι δαιτὶ προσφορήματα .
424 ἔστιν δὲ δὴ τοσαῦτά γ’ ἐν δόμοις ἔτι ,
425 ὥσθ’ ἕν γ’ ἐπ’ ἦμαρ τούσδε πληρῶσαι βορᾶς .
426 ἐν τοῖς τοιούτοις δ’ ἡνίκ’ ἂν γνώμης πέσω ,
427 σκοπῶ τὰ χρήμαθ’ ὡς ἔχει μέγα σθένος ,
428 ξένοις τε δοῦναι σῶμά τ’ ἐς νόσους πεσὸν
429 δαπάναισι σῷσαι · τῆς δ’ ἐφ’ ἡμέραν βορᾶς
430 ἐς σμικρὸν ἥκει · πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
431 πλούσιός τε χὡ πένης ἴσον φέρει . [ ... ]