Χορός
401 νῦν πάροιθεν μᾶλλον , Ἠλέκτρα , χαρᾷ
402 θερμαινόμεσθα καρδίαν · ἴσως γὰρ ἂν
403 μόλις προβαίνουσ’ τύχη σταίη καλῶς .
Ἠλέκτρα
404 τλῆμον , εἰδὼς δωμάτων χρείαν σέθεν
405 τί τούσδ’ ἐδέξω μείζονας σαυτοῦ ξένους ;
Αὐτουργός
406 τί δ’ ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς ,
407 οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ’ ὁμῶς ;
Ἠλέκτρα
408 ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν ,
409 ἔλθ’ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός ,
410 ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
411 τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
412 ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος ·
413 κέλευε δ’ αὐτὸν τῶνδ’ ἐμοὐσαφιγμένων
414 ἐλθεῖν , ξένων τ’ ἐς δαῖτα πορσῦναί τινα .
415 ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς ,
416 ζῶντ’ εἰσακούσας παῖδ’ ὃν ἐκσῴζει ποτέ .
417 οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
418 λάβοιμεν ἄν τι · πικρὰ δ’ ἀγγείλαιμεν ἄν ,
419 εἰ ζῶντ’ Ὀρέστην τάλαιν’ αἴσθοιτ’ ἔτι .