Πρέσβυς
487 ποῦ ποῦ νεᾶνις πότνι’ ἐμὴ δέσποινά τε ,
488 Ἀγαμέμνονος παῖς , ὅν ποτ’ ἐξέθρεψ’ ἐγώ ;
489 ὡς πρόσβασιν τῶνδ’ ὀρθίαν οἴκων ἔχει
490 ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί .
491 ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
492 διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ .
493 θύγατερ ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ
494 ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495 ποίμνης νεογνὸν θρέμμ’ ὑποσπάσας τόδε
496 στεφάνους τε τευχέων τ’ ἐξελὼν τυρεύματα ,
497 παλαιόν τε θησαύρισμα Διονύσου τόδε
498 ὀσμῇ κατῆρες , μικρόν , ἀλλ’ ἐπεσβαλεῖν
499 ἡδὺ σκύφον τοῦδ’ ἀσθενεστέρῳ ποτῷ .
500 ἴτω φέρων τις τοῖς ξένοις τάδ’ ἐς δόμους ·
501 ἐγὼ δὲ τρύχει τῷδ’ ἐμῶν πέπλων κόρας
502 δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω .
Ἠλέκτρα
503 τί δ’ , γεραιέ , διάβροχον τόδ’ ὄμμ’ ἔχεις ;
504 μῶν τἀμὰ διὰ χρόνου σ’ ἀνέμνησεν κακά ;
505 τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
506 καὶ πατέρα τὸν ἐμόν , ὅν ποτ’ ἐν χεροῖν ἔχων
507 ἀνόνητ’ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις ;