Ἑκάβη
239 οἶσθ’ ἡνίκ’ ἦλθες Ἰλίου κατάσκοπος ,
240 δυσχλαινίᾳ τ’ ἄμορφος , ὀμμάτων τ’ ἄπο
241 φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν ;
Ὀδυσσεύς
242 οἶδ’ · οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου .
Ἑκάβη
243 ἔγνω δέ σ’ Ἑλένη καὶ μόνῃ κατεῖπ’ ἐμοί ;
Ὀδυσσεύς
244 μεμνήμεθ’ ἐς κίνδυνον ἐλθόντες μέγαν .
Ἑκάβη
245 ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν ;
Ὀδυσσεύς
246 ὥστ’ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ’ ἐμήν .
Ἑκάβη
247 ἔσωσα δῆτά σ’ ἐξέπεμψά τε χθονός ;
Ὀδυσσεύς
248 ὥστ’ εἰσορᾶν γε φέγγος ἡλίου τόδε .
Ἑκάβη
249 τί δῆτ’ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε ;
Ὀδυσσεύς
250 πολλῶν λόγων εὑρήμαθ’ , ὥστε μὴ θανεῖν .