Χορός
758 ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
759 χωρεῖ γέροντι · τοὺς θεοὺς ἔχων τις ἂν
760 φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις .
Ἑλένη
761 εἶἑν · τὰ μὲν δὴ δεῦρ’ ἀεὶ καλῶς ἔχει .
762 ὅπως δ’ ἐσώθης , τάλας , Τροίας ἄπο ,
763 κέρδος μὲν οὐδὲν εἰδέναι , πόθος δέ τις
764 τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά .
Μενελέως
765 πόλλ’ ἀνήρου μ’ ἑνὶ λόγῳ μιᾷ θ’ ὁδῷ .
766 τί σοι λέγοιμ’ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
767 τὰ Ναυπλίου τ’ Εὐβοικὰ πυρπολήματα
768 Κρήτην τε Λιβύης θ’ ἃς ἐπεστράφην πόλεις ,
769 σκοπιάς τε Περσέως ; οὐ γὰρ ἐμπλήσαιμί σ’ { ἂν }
770 μύθων , λέγων τ’ ἄν σοι κάκ’ ἀλγοίην ἔτι ,
771 πάσχων τ’ ἔκαμνον · δὶς δὲ λυπηθεῖμεν ἄν .
Ἑλένη
772 κάλλιον εἶπας σ’ ἀνηρόμην ἐγώ .
773 ἓν δ’ εἰπὲ πάντα παραλιπών , πόσον χρόνον
774 πόντου ’πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον ;
Μενελέως
775 ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
776 ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν .
Ἑλένη
777 φεῦ φεῦ · μακρόν γ’ ἔλεξας , τάλας , χρόνον
778 σωθεὶς δ’ ἐκεῖθεν ἐνθάδ’ ἦλθες ἐς σφαγάς .