Ἑλένη
1077 σοῦ · καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
1078 Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ’ ὁρᾶν .
Μενελέως
1079 καὶ μὴν τάδ’ ἀμφίβληστρα σώματος ῥάκη
1080 ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων .
Ἑλένη
1081 ἐς καιρὸν ἦλθε , τότε δ’ ἄκαιρ’ ἀπώλλυτο ·
1082 τὸ δ’ ἄθλιον κεῖν’ εὐτυχὲς τάχ’ ἂν πέσοι .
Μενελέως
1083 πότερα δ’ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
1084 πρὸς τάφῳ τῷδ’ ἥσυχοι καθώμεθα ;