Ἑλένη
1053 καὶ μὴν γυναικείοις σ’ ἂν οἰκτισαίμεθα
1054 κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον .
Μενελέως
1055 σωτηρίας δὲ τοῦτ’ ἔχει τί νῷν ἄκος ;
1056 παλαιότης γὰρ τῷ λόγῳ γ’ ἔνεστί τις .
Ἑλένη
1057 ὡς δὴ θανόντα σ’ ἐνάλιον κενῷ τάφῳ
1058 θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι .
Μενελέως
1059 καὶ δὴ παρεῖκεν · εἶτα πῶς ἄνευ νεὼς
1060 σωθησόμεσθα κενοταφοῦντ’ ἐμὸν δέμας ;
Ἑλένη
1061 δοῦναι κελεύσω πορθμίδ’ , καθήσομαι
1062 κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας .
Μενελέως
1063 ὡς εὖ τόδ’ εἶπας πλὴν ἕν · εἰ χέρσῳ ταφὰς
1064 θεῖναι κελεύσει σ’ , οὐδὲν σκῆψις φέρει .
Ἑλένη
1065 ἀλλ’ οὐ νομίζειν φήσομεν καθ’ Ἑλλάδα
1066 χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους .
Μενελέως
1067 τοῦτ’ αὖ κατορθοῖς · εἶτ’ ἐγὼ συμπλεύσομαι
1068 καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει .
Ἑλένη
1069 σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
1070 πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας .
Μενελέως
1071 καὶ μὴν ἐάνπερ ναῦν ἐπ’ ἀγκύρας λάβω ,
1072 ἀνὴρ παρ’ ἄνδρα στήσεται ξιφηφόρος .
Ἑλένη
1073 σὲ χρὴ βραβεύειν πάντα · πόμπιμοι μόνον
1074 λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος .
Μενελέως
1075 ἔσται · πόνους γὰρ δαίμονες παύσουσί μου .
1076 ἀτὰρ θανόντα τοῦ μ’ ἐρεῖς πεπυσμένη ;