Θεοκλύμενος
1429 ἀλλ’ εἶα · τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους ·
1430 καθαρὰ γὰρ ἡμῖν δώματ’ · οὐ γὰρ ἐνθάδε
1431 ψυχὴν ἀφῆκε Μενέλεως · ἴτω δέ τις
1432 φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
1433 ἀγάλματ’ οἴκους εἰς ἐμούς · πᾶσαν δὲ χρὴ
1434 γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
1435 ὑμέναιον Ἑλένης κἀμόν , ὡς ζηλωτὸς .
1436 σὺ δ’ , ξέν’ , ἐλθών , πελαγίους ἐς ἀγκάλας
1437 τῷ τῆσδε πρίν ποτ’ ὄντι δοὺς πόσει τάδε ,
1438 πάλιν πρὸς οἴκους σπεῦδ’ ἐμὴν δάμαρτ’ ἔχων ,
1439 ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
1440 στέλλῃ πρὸς οἴκους μένων εὐδαιμονῇς .
Μενελέως
1441 Ζεῦ , πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός ,
1442 βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν .
1443 ἕλκουσι δ’ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
1444 σπουδῇ σύναψαι · κἂν ἄκρᾳ θίγῃς χερί ,
1445 ἥξομεν ἵν’ ἐλθεῖν βουλόμεσθα τῆς τύχης .
1446 ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος .
1447 κέκλησθέ μοι , θεοί , πολλά χρήσθ’ ἐμοῦ κλύειν
1448 καὶ λύπρ’ · ὀφείλω δ’ οὐκ ἀεὶ πράσσειν κακῶς ,
1449 ὀρθῷ δὲ βῆναι ποδί · μίαν δέ μοι χάριν
1450 δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε . [ ... ]