Ἰόλαος
1 Πάλαι ποτ’ ἐστὶ τοῦτ’ ἐμοὶ δεδογμένον ·
2 μὲν δίκαιος τοῖς πέλας πέφυκ’ ἀνήρ ,
3 δ’ ἐς τὸ κέρδος λῆμ’ ἔχων ἀνειμένον
4 πόλει τ’ ἄχρηστος καὶ συναλλάσσειν βαρύς ,
5 αὑτῷ δ’ ἄριστος · οἶδα δ’ οὐ λόγῳ μαθών .
6 ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων ,
7 ἐξὸν κατ’ Ἄργος ἡσύχως ναίειν , πόνων
8 πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει ,
9 ὅτ’ ἦν μεθ’ ἡμῶν · νῦν δ’ , ἐπεὶ κατ’ οὐρανὸν
10 ναίει , τὰ κείνου τέκν’ ἔχων ὑπὸ πτεροῖς
11 σῴζω τάδ’ αὐτὸς δεόμενος σωτηρίας .
12 ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ ,
13 πρῶτον μὲν ἡμᾶς ἤθελ’ Εὐρυσθεὺς κτανεῖν ·
14 ἀλλ’ ἐξέδραμεν · καὶ πόλις μὲν οἴχεται ,
15 ψυχὴ δ’ ἐσώθη . φεύγομεν δ’ ἀλώμενοι
16 ἄλλην ἀπ’ ἄλλης ἐξορίζοντες πόλιν .
17 πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ’ Εὐρυσθεὺς κακοῖς
18 ὕβρισμ’ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι ·
19 πέμπων ὅπου γῆς πυνθάνοιθ’ ἱδρυμένους
20 κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός ,
21 πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
22 ἐχθράν τε θέσθαι , χαὑτὸν εὐτυχοῦνθ’ ἅμα .
23 οἳ δ’ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες ,
24 σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους ,
25 τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς .
26 ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
27 καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς ,
28 ὀκνῶν προδοῦναι , μή τις ὧδ’ εἴπῃ βροτῶν ·
29 Ἴδεσθ’ , ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ ,
30 Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς .
31 πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι ,
32 Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
33 ἱκέται καθεζόμεσθα βώμιοι θεῶν ,
34 προσωφελῆσαι · πεδία γὰρ τῆσδε χθονὸς
35 δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος ,
36 κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος ,
37 τοῖσδ’ ἐγγὺς ὄντας · ὧν ἕκατι τέρμονας
38 κλεινῶν Ἀθηνῶν τόνδ’ ἀφικόμεσθ’ ὅρον .
39 δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή ·
40 ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις ,
41 δ’ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
42 ἔσωθε ναοῦ τοῦδ’ ὑπηγκαλισμένη
43 σῴζει · νέας γὰρ παρθένους αἰδούμεθα
44 ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν .
45 Ὕλλος δ’ ἀδελφοί θ’ οἷσι πρεσβεύει γένος
46 ζητοῦσ’ ὅπου γῆς πύργον οἰκιούμεθα ,
47 ἢν τῆσδ’ ἀπωθώμεσθα πρὸς βίαν χθονός .
48 τέκνα τέκνα , δεῦρο , λαμβάνεσθ’ ἐμῶν
49 πέπλων · ὁρῶ κήρυκα τόνδ’ Εὐρυσθέως
50 στείχοντ’ ἐφ’ ἡμᾶς , οὗ διωκόμεσθ’ ὕπο
51 πάσης ἀλῆται γῆς ἀπεστερημένοι .
52 μῖσος , εἴθ’ ὄλοιο χὡ πέμψας { σ’ } ἀνήρ ·
53 ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
54 ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά .