Κῆρυξ
134 Ἀργεῖός εἰμι · τοῦτο γὰρ θέλεις μαθεῖν ·
135 ἐφ’ οἷσι δ’ ἥκω καὶ παρ’ οὗ λέγειν θέλω .
136 πέμπει Μυκηνῶν δεῦρό μ’ Εὐρυσθεὺς ἄναξ
137 ἄξοντα τούσδε · πολλὰ δ’ ἦλθον , ξένε ,
138 δίκαι’ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων .
139 Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
140 ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων ,
141 νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
142 θανεῖν · δίκαιοι δ’ ἐσμὲν οἰκοῦντες πόλιν
143 αὐτοὶ καθ’ αὑτῶν κυρίους κραίνειν δίκας .
144 πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
145 ἐν τοῖσιν αὐτοῖς τοισίδ’ ἕσταμεν λόγοις ,
146 κοὐδεὶς ἐτόλμησ’ ἴδια προσθέσθαι κακά .
147 ἀλλ’ τιν’ ἐς σὲ μωρίαν ἐσκεμμένοι
148 δεῦρ’ ἦλθον κίνδυνον ἐξ ἀμηχάνων
149 ῥίπτοντες , εἴτ’ οὖν εἴτε μὴ γενήσεται ·
150 οὐ γὰρ φρενήρη γ’ ὄντα σ’ ἐλπίζουσί που
151 μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
152 τὰς τῶνδ’ ἀβούλους συμφορὰς κατοικτιεῖν .
153 φέρ’ ἀντίθες γάρ · τούσδε τ’ ἐς γαῖαν παρεὶς
154 ἡμᾶς τ’ ἐάσας ἐξάγειν , τί κερδανεῖς ;
155 τὰ μὲν παρ’ ἡμῶν τοιάδ’ ἔστι σοι λαβεῖν ,
156 Ἄργους τοσήνδε χεῖρα τήν τ’ Εὐρυσθέως
157 ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει .
158 ἢν δ’ ἐς λόγους τε καὶ τὰ τῶνδ’ οἰκτίσματα
159 βλέψας πεπανθῇς , ἐς πάλην καθίσταται
160 δορὸς τὸ πρᾶγμα · μὴ γὰρ ὡς μεθήσομεν
161 δόξῃς ἀγῶνα τόνδ’ ἄτερ χαλυβδικοῦ .
162 τί δῆτα φήσεις , ποῖα πεδί’ ἀφαιρεθείς ,
163 τί ῥυσιασθείς , πόλεμον Ἀργείοις ἔχειν ;
164 ποίοις δ’ ἀμύνων συμμάχοις , τίνος δ’ ὕπερ
165 θάψεις νεκροὺς πεσόντας ; κακὸν λόγον
166 κτήσῃ πρὸς ἀστῶν , εἰ γέροντος οὕνεκα ,
167 τύμβου , τὸ μηδὲν ὄντος , ὡς εἰπεῖν ἔπος ,
168 παίδων { τε } τῶνδ’ , ἐς ἄντλον ἐμβήσῃ πόδα .
169 ἐρεῖς τὸ λῷστον ἐλπίδ’ εὑρήσειν μόνον .
170 καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές ·
171 κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις
172 μάχοιντ’ ἂν ἡβήσαντες , εἴ { τι } τοῦτό σε
173 ψυχὴν ἐπαίρει · χοὑν μέσῳ πολὺς χρόνος
174 ἐν διεργασθεῖτ’ ἄν . ἀλλ’ ἐμοὶ πιθοῦ ·
175 δοὺς μηδέν , ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ
176 κτῆσαι Μυκήνας , μηδ’ ὅπερ φιλεῖτε δρᾶν
177 πάθῃς σὺ τοῦτο , τοὺς ἀμείνονας παρὸν
178 φίλους ἑλέσθαι , τοὺς κακίονας λάβῃς .