Ἰόλαος
381 ὦ παῖ , τί μοι σύννοιαν ὄμμασιν φέρων
382 ἥκεις ; νέον τι πολεμίων λέξεις πέρι ;
383 μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ ;
384 οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους ·
385 ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν
386 εἶσιν , σάφ’ οἶδα , καὶ μάλ’ οὐ σμικρὸν φρονῶν ,
387 ἐς τὰς Ἀθήνας . ἀλλὰ τῶν φρονημάτων
388 ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων .