Δημοφῶν
389 ἥκει στράτευμ’ Ἀργεῖον Εὐρυσθεύς τ’ ἄναξ ·
390 ἐγώ νιν αὐτὸς εἶδον . ἄνδρα γὰρ χρεών ,
391 ὅστις στρατηγεῖν φησ’ ἐπίστασθαι καλῶς ,
392 οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν .
393 πεδία μὲν οὖν γῆς ἐς τάδ’ οὐκ ἐφῆκέ πω
394 στρατόν , λεπαίαν δ’ ὀφρύην καθήμενος
395 σκοπεῖ δόκησιν δὴ τόδ’ ἂν λέγοιμί σοι
396 { ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς }
397 { ἐν ἀσφαλεῖ τε τῆσδ’ ἱδρύσεται χθονός . }
398 καὶ τἀμὰ μέντοι πάντ’ ἄραρ’ ἤδη καλῶς ·
399 πόλις τ’ ἐν ὅπλοις , σφάγιά θ’ ἡτοιμασμένα
400 ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν ,
402 τροπαῖά τ’ ἐχθρῶν καὶ πόλει σωτήρια ,
401 θυηπολεῖται δ’ ἄστυ μάντεων ὕπο .
403 χρησμῶν δ’ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
404 ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
405 λόγια παλαιά , τῇδε γῇ σωτήρια .
406 καὶ τῶν μὲν ἄλλων διάφορ’ ἐστὶ θεσφάτοις
407 πόλλ’ · ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει ·
408 σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
409 Δήμητρος , ἥτις ἐστὶ πατρὸς εὐγενοῦς .
410 ἐγὼ δ’ ἔχω μέν , ὡς ὁρᾷς , προθυμίαν
411 τοσήνδ’ ἐς ὑμᾶς · παῖδα δ’ οὔτ’ ἐμὴν κτενῶ
412 οὔτ’ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
413 ἄκονθ’ · ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ ,
414 ὅστις τὰ φίλτατ’ ἐκ χερῶν δώσει τέκνα ;
415 καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις ,
416 τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
417 ἱκέταις ἀρήγειν , τῶν δὲ μωρίαν ἐμὴν
418 κατηγορούντων · εἰ δὲ δὴ δράσω τόδε ,
419 οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται .
420 ταῦτ’ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ’ ὅπως
421 αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε ,
422 κἀγὼ πολίταις μὴ διαβληθήσομαι .
423 οὐ γὰρ τυραννίδ’ ὥστε βαρβάρων ἔχω ·
424 ἀλλ’ , ἢν δίκαια δρῶ , δίκαια πείσομαι .