Χορός
748 Γᾶ καὶ παννύχιος σελάνα
749 καὶ λαμπρόταται θεοῦ
750 φαεσίμβροτοι αὐγαί ,
751 ἀγγελίαν μοι ἐνέγκαιτ’ ·
752 ἰαχήσατε δ’ οὐρανῷ
753 καὶ παρὰ θρόνον ἀρχέταν
754 γλαυκᾶς ἐν Ἀθάνας .
755 μέλλω τᾶς πατριώτιδος
756 γᾶς , μέλλω καὶ ὑπὲρ δόμων
757 ἱκέτας ὑποδεχθεὶς
758 κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ .
759 δεινὸν μὲν πόλιν ὡς Μυκήνας
760 εὐδαίμονα καὶ δορὸς
761 πολυαίνετον ἀλκᾷ
762 μῆνιν ἐμᾷ χθονὶ κεύθειν ·
763 κακὸν δ’ , πόλις , εἰ ξένους
764 ἱκτῆρας παραδώσομεν
765 κελεύμασιν Ἄργους .
766 Ζεύς μοι σύμμαχος , οὐ φοβοῦμαι ,
767 Ζεύς μοι χάριν ἐνδίκως
768 ἔχει · οὔποτε θνατῶν
769 ἥσσους { δαίμονες } ἔκ γ’ ἐμοῦ φανοῦνται .
770 ἀλλ’ , πότνια σὸν γὰρ οὖδας
771 [ γᾶς ] , σὸν καὶ πόλις , ἇς σὺ μάτηρ
772 δέσποινά τε καὶ φύλαξ
773 πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
774 τᾷδ’ ἐπάγοντα δορυσσοῦν
775 στρατὸν Ἀργόθεν · οὐ γὰρ ἐμᾷ γ’ ἀρετᾷ
776 δίκαιός εἰμ’ ἐκπεσεῖν μελάθρων .
777 ἐπεί σοι πολύθυτος ἀεὶ
778 τιμὰ κραίνεται , οὐδὲ λάθει
779 μηνῶν φθινὰς ἁμέρα ,
780 νέων τ’ ἀοιδαὶ χορῶν τε μολπαί .
781 ἀνεμόεντι δ’ ἐπ’ ὄχθῳ
782 ὀλολύγματα παννυχίοις ὑπὸ παρθένων
783 ἰαχεῖ ποδῶν κρότοισιν .