Θεράπων
784 δέσποινα , μύθους σοί τε συντομωτάτους
785 { κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω . }
786 νικῶμεν ἐχθροὺς καὶ τροπαῖ’ ἱδρύεται
787 παντευχίαν ἔχοντα πολεμίων σέθεν .
Ἀλκμήνη
788 φίλταθ’ , ἥδε σ’ ἡμέρα διήλασεν
789 ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν .
790 μιᾶς δ’ ἔμ’ οὔπω συμφορᾶς ἐλευθεροῖς ·
791 φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω .
Θεράπων
792 ζῶσιν μέγιστόν γ’ εὐκλεεῖς κατὰ στρατόν .
Ἀλκμήνη
793 μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε ;
Θεράπων
794 μάλιστα , πράξας δ’ ἐκ θεῶν κάλλιστα δή .
Ἀλκμήνη
795 τί δ’ ἔστι ; μῶν τι κεδνὸν ἠγωνίζετο ;
Θεράπων
796 νέος μεθέστηκ’ ἐκ γέροντος αὖθις αὖ .
Ἀλκμήνη
797 θαυμάστ’ ἔλεξας · ἀλλά σ’ εὐτυχῆ φίλων
798 μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω .