Θεράπων
799 εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε .
800 ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
801 κατὰ στόμ’ ἐκτείνοντες ἀντετάξαμεν ,
802 ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
803 ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός .
804 κἄπειτ’ ἔλεξεν · στρατήγ’ ὃς Ἀργόθεν
805 ἥκεις , τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
805a [ ... ]
805b [ ... ]
806 καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
807 ἀνδρὸς στερήσας · ἀλλ’ ἐμοὶ μόνος μόνῳ
808 μάχην συνάψας , κτανὼν ἄγου λαβὼν
809 τοὺς Ἡρακλείους παῖδας θανὼν ἐμοὶ
810 τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες .
811 στρατὸς δ’ ἐπῄνεσ’ , ἔς τ’ ἀπαλλαγὰς πόνων
812 καλῶς λελέχθαι μῦθον ἔς τ’ εὐψυχίαν .
813 δ’ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
814 οὔτ’ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
815 ἐλθεῖν ἐτόλμησ’ ἐγγὺς ἀλκίμου δορός ,
816 ἀλλ’ ἦν κάκιστος · εἶτα τοιοῦτος γεγὼς
817 τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους .
818 Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν ·
819 μάντεις δ’ , ἐπειδὴ μονομάχου δι’ ἀσπίδος
820 διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας ,
821 ἔσφαζον , οὐκ ἔμελλον , ἀλλ’ ἀφίεσαν
822 λαιμῶν { βροτείων } εὐθὺς οὔριον φόνον .
823 οἳ δ’ ἅρματ’ εἰσέβαινον , οἳ δ’ ὑπ’ ἀσπίδων
824 πλευροῖς ἔκρυπτον πλεύρ’ · Ἀθηναίων δ’ ἄναξ
825 στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ ·
826 ξυμπολῖται , τῇ τε βοσκούσῃ χθονὶ
827 καὶ τῇ τεκούσῃ νῦν τιν’ ἀρκέσαι χρεών .
828 δ’ αὖ τό τ’ Ἄργος μὴ καταισχῦναι θέλειν
829 καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο .
830 ἐπεὶ δ’ ἐσήμην’ ὄρθιον Τυρσηνικῇ
831 σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην ,
832 πόσον τιν’ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν ,
833 πόσον τινὰ στεναγμὸν οἰμωγήν θ’ ὁμοῦ ;
834 τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
835 ἐρρήξαθ’ ἡμᾶς · εἶτ’ ἐχώρησαν πάλιν .
836 τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί ,
837 ἀνὴρ δ’ ἐπ’ ἀνδρὶ στάς , ἐκαρτέρει μάχη ·
838 πολλοὶ δ’ ἔπιπτον . ἦν δὲ τοῦ κελεύματος ·
839 τὰς Ἀθήνας τὸν Ἀργείων γύην
840 σπείροντες οὐκ ἀρήξετ’ αἰσχύνην πόλει ;
841 μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
842 ἐτρεψάμεσθ’ Ἀργεῖον ἐς φυγὴν δόρυ .
843 κἀνταῦθ’ πρέσβυς Ὕλλον ἐξορμώμενον
844 ἰδών , ὀρέξας ἱκέτευσε δεξιὰν
845 Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον .
846 λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
847 πώλοις ἐπεῖχε . τἀπὸ τοῦδ’ ἤδη κλύων
848 λέγοιμ’ ἂν ἄλλων , δεῦρο δ’ αὐτὸς εἰσιδών .
849 Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
850 δίας Ἀθάνας , ἅρμ’ ἰδὼν Εὐρυσθέως ,
851 ἠράσαθ’ Ἥβῃ Ζηνί θ’ , ἡμέραν μίαν
852 νέος γενέσθαι κἀποτείσασθαι δίκην
853 ἐχθρούς . κλύειν δὴ θαύματος πάρεστί σοι .
854 δισσὼ γὰρ ἀστέρ’ ἱππικοῖς ἐπὶ ζυγοῖς
855 σταθέντ’ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει ·
856 σὸν δὴ λέγουσι παῖδά γ’ οἱ σοφώτεροι
857 Ἥβην θ’ · δ’ ὄρφνης ἐκ δυσαιθρίου νέων
858 βραχιόνων ἔδειξεν ἡβητὴν τύπον .
859 αἱρεῖ δ’ κλεινὸς Ἰόλεως Εὐρυσθέως
860 τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν ,
861 δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
862 κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
863 τὸν ὄλβιον πάροιθε . τῇ δὲ νῦν τύχῃ
864 βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν ,
865 τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν , πρὶν ἂν
866 θανόντ’ ἴδῃ τις · ὡς ἐφήμεροι τύχαι .