Χορός
312 εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
313 ἦν τίς σ’ ὑβρίζων , ῥᾳδίως ἐπαύσατ’ ἄν ·
314 νῦν δ’ οὐδέν ἐσμεν . σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315 ὅπως διώσῃ τὰς τύχας , Ἀμφιτρύων .
Ἀμφιτρύων
316 οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
317 θανεῖν ἐρύκει μ’ , ἀλλὰ παιδὶ βούλομαι
318 σῷσαι τέκν’ · ἄλλως δ’ ἀδυνάτων ἔοικ’ ἐρᾶν .
319 ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
320 κεντεῖν φονεύειν , ἱέναι πέτρας ἄπο .
321 μίαν δὲ νῷν δὸς χάριν , ἄναξ , ἱκνούμεθα ·
322 κτεῖνόν με καὶ τήνδ’ ἀθλίαν παίδων πάρος ,
323 ὡς μὴ τέκν’ εἰσίδωμεν , ἀνόσιον θέαν ,
324 ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325 πατρός τε πατέρα . τἄλλα δ’ , εἰ πρόθυμος εἶ ,
326 πρᾶσσ’ · οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν .
Μεγάρα
327 κἀγώ σ’ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν ,
328 { ἡμῖν } ἵν’ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ ·
329 κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν ,
330 δόμους ἀνοίξας νῦν γὰρ ἐκκεκλῄμεθα
331 ὡς ἀλλὰ ταῦτά γ’ ἀπολάχωσ’ οἴκων πατρός .