Ἡρακλῆς
562 οὐ ῥίψεθ’ Ἅιδου τάσδε περιβολὰς κόμης
563 καὶ φῶς ἀναβλέψεσθε , τοῦ κάτω σκότου
564 φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες ;
565 ἐγὼ δέ νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός
566 πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
567 καινῶν τυράννων , κρᾶτα δ’ ἀνόσιον τεμὼν
568 ῥίψω κυνῶν ἕλκημα · Καδμείων δ’ ὅσους
569 κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ ,
570 τῷ καλλινίκῳ τῷδ’ ὅπλῳ χειρώσομαι ·
571 τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
572 νεκρῶν ἅπαντ’ Ἰσμηνὸν ἐμπλήσω φόνου ,
573 Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται .
574 τῷ γάρ μ’ ἀμύνειν μᾶλλον δάμαρτι χρὴ
575 καὶ παισὶ καὶ [ ... ] γέροντι ; χαιρόντων πόνοι ·
576 μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα .
577 καὶ δεῖ μ’ ὑπὲρ τῶνδ’ , εἴπερ οἵδ’ ὑπὲρ πατρός ,
578 θνῄσκειν ἀμύνοντ’ · τί φήσομεν καλὸν
579 ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
580 Εὐρυσθέως πομπαῖσι , τῶν δ’ ἐμῶν τέκνων
581 οὐκ ἐκπονήσω θάνατον ; οὐκ ἄρ’ Ἡρακλῆς
582 καλλίνικος ὡς πάροιθε λέξομαι .
Χορός
583 δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα ,
584 πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων .