Ἀμφιτρύων
585 πρὸς σοῦ μέν , παῖ , τοῖς φίλοις { τ’ } εἶναι φίλον
586 τά τ’ ἐχθρὰ μισεῖν · ἀλλὰ μὴ ’πείγου λίαν .
Ἡρακλῆς
587 τί δ’ ἐστὶ τῶνδε θᾶσσον χρεών , πάτερ ;
Ἀμφιτρύων
588 πολλοὺς πένητας , ὀλβίους δὲ τῷ λόγῳ
589 δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει ,
590 οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
591 ἐφ’ ἁρπαγαῖσι τῶν πέλας , τὰ δ’ ἐν δόμοις
592 δαπάναισι φροῦδα διαφυγόνθ’ ὑπ’ ἀργίας .
593 ὤφθης ἐσελθὼν πόλιν · ἐπεὶ δ’ ὤφθης , ὅρα
594 ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς .
Ἡρακλῆς
595 μέλει μὲν οὐδὲν εἴ με πᾶσ’ εἶδεν πόλις ·
596 ὄρνιν δ’ ἰδών τιν’ οὐκ ἐν αἰσίοις ἕδραις ,
597 ἔγνων πόνον τιν’ ἐς δόμους πεπτωκότα ·
598 ὥστ’ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα .
Ἀμφιτρύων
599 καλῶς · παρελθὼν νῦν πρόσειπέ θ’ ἑστίαν
600 καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ’ ἰδεῖν .
601 ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
602 ἕλξων φονεύσων κἄμ’ ἐπισφάξων ἄναξ ·
603 μένοντι δ’ αὐτοῦ πάντα σοι γενήσεται
604 τῇ τ’ ἀσφαλείᾳ κερδανεῖς · πόλιν δὲ σὴν
605 μὴ πρὶν ταράξῃς πρὶν τόδ’ εὖ θέσθαι , τέκνον .