Ἄρτεμις
1416 ἔασον · οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
1417 θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
1418 ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
1419 σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν .
1420 ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
1421 ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
1422 τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι .
1423 σοὶ δ’ , ταλαίπωρ’ , ἀντὶ τῶνδε τῶν κακῶν
1424 τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425 δώσω · κόραι γὰρ ἄζυγες γάμων πάρος
1426 κόμας κεροῦνταί σοι , δι’ αἰῶνος μακροῦ
1427 πένθη μέγιστα δακρύων καρπουμένῳ .
1428 ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
1429 ἔσται μέριμνα , κοὐκ ἀνώνυμος πεσὼν
1430 ἔρως Φαίδρας ἐς σὲ σιγηθήσεται .
1431 σὺ δ’ , γεραιοῦ τέκνον Αἰγέως , λαβὲ
1432 σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι ·
1433 ἄκων γὰρ ὤλεσάς νιν · ἀνθρώποισι δὲ
1434 θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν .
1435 καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν ,
1436 Ἱππόλυτ’ · ἔχεις γὰρ μοῖραν διεφθάρης .
1437 καὶ χαῖρ’ · ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
1438 οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς ·
1439 ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ .