Πρεσβύτης
836 καὶ τῶνδ’ ἁπάντων ἔσχατον πείσῃ κακόν ·
837 ἀμήτορ’ , ἀναρίθμητον , ἐκ δούλης τινὸς
838 γυναικός , ἐς σὸν δῶμα δεσπότην ἄγειν .
839 ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν , εἰ παρ’ εὐγενοῦς
840 μητρός , πιθών σε , σὴν λέγων ἀπαιδίαν ,
841 ἐσῴκισ’ οἴκους · εἰ δὲ σοὶ τόδ’ ἦν πικρόν ,
842 τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων .
843 ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν ·
844 γὰρ ξίφος λαβοῦσαν δόλῳ τινὶ
845 φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
846 καὶ παῖδα , πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν .
847 [ εἰ γάρ γ’ ὑφήσεις τοῦδ’ , ἀπαλλάξῃ βίου . ]
848 [ δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος , ]
849 [ θάτερον δεῖ δυστυχεῖν θάτερον . ]
850 ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω ,
851 καὶ συμφονεύειν παῖδ’ ἐπεισελθὼν δόμους
852 οὗ δαῖθ’ ὁπλίζει , καὶ τροφεῖα δεσπόταις
853 ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν .
854 ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει ,
855 τοὔνομα · τὰ δ’ ἄλλα πάντα τῶν ἐλευθέρων
856 οὐδὲν κακίων δοῦλος , ὅστις ἐσθλὸς .