Ἰάσων
446 οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
447 τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν .
448 σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
449 κούφως φερούσῃ κρεισσόνων βουλεύματα ,
450 λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός .
451 κἀμοὶ μὲν οὐδὲν πρᾶγμα · μὴ παύσῃ ποτὲ
452 λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ ·
453 δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα ,
454 πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ .
455 κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
456 ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν ·
457 σὺ δ’ οὐκ ἀνίεις μωρίας , λέγουσ’ ἀεὶ
458 κακῶς τυράννους · τοιγὰρ ἐκπεσῇ χθονός .
459 ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
460 ἥκω , τὸ σὸν δὲ προσκοπούμενος , γύναι ,
461 ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
462 μήτ’ ἐνδεής του · πόλλ’ ἐφέλκεται φυγὴ
463 κακὰ ξὺν αὑτῇ . καὶ γὰρ εἰ σύ με στυγεῖς ,
464 οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε .