Ἰάσων
619 ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι ,
620 ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω ·
621 σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’ , ἀλλ’ αὐθαδίᾳ
622 φίλους ἀπωθῇ · τοιγὰρ ἀλγυνῇ πλέον .
Μήδεια
623 χώρει · πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
624 αἱρῇ χρονίζων δωμάτων ἐξώπιος .
625 νύμφευ’ · ἴσως γάρ σὺν θεῷ δ’ εἰρήσεται
626 γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον .