Μήδεια
731 ἔσται τάδ’ · ἀλλὰ πίστις εἰ γένοιτό μοι
732 τούτων , ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς .
Αἰγεύς
733 μῶν οὐ πέποιθας ; τί σοι τὸ δυσχερές ;
Μήδεια
734 πέποιθα · Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
735 Κρέων τε . τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
736 ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ ·
737 λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
738 { φίλος γένοι’ ἂν τἀπικηρυκεύματα · }
739 οὐκ ἂν πίθοιο · τἀμὰ μὲν γὰρ ἀσθενῆ ,
740 τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός .
Αἰγεύς
741 { πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν · }
742 ἀλλ’ , εἰ δοκεῖ σοι , δρᾶν τάδ’ οὐκ ἀφίσταμαι .
743 ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα ,
744 σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι ,
745 τὸ σόν τ’ ἄραρε μᾶλλον · ἐξηγοῦ θεούς .
Μήδεια
746 ὄμνυ πέδον Γῆς , πατέρα θ’ Ἥλιον πατρὸς
747 τοὐμοῦ , θεῶν τε συντιθεὶς ἅπαν γένος .
Αἰγεύς
748 τί χρῆμα δράσειν τί μὴ δράσειν ; λέγε .
Μήδεια
749 μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε ,
750 μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
751 χρῄζῃ , μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ .