Αἰγεύς
752 ὄμνυμι Γαῖαν { Ἡλίου θ’ ἁγνὸν σέβας }
753 θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω .
Μήδεια
754 ἀρκεῖ · τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις ;
Αἰγεύς
755 ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν .
Μήδεια
756 χαίρων πορεύου · πάντα γὰρ καλῶς ἔχει .
757 κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι ,
758 πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι .
Χορός
759 ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
760 πελάσειε δόμοις , ὧν τ’ ἐπίνοιαν
761 σπεύδεις κατέχων πράξειας , ἐπεὶ
762 γενναῖος ἀνήρ ,
763 Αἰγεῦ , παρ’ ἐμοὶ δεδόκησαι .