Μήδεια
764 Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς ,
765 νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν , φίλαι ,
766 γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν ·
767 νῦν [ δ’ ] ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην .
768 οὗτος γὰρ ἁνὴρ μάλιστ’ ἐκάμνομεν
769 λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων ·
770 ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων ,
771 μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος .
772 ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
773 λέξω · δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους .
774 πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
775 ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι ·
776 μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους ,
777 ὡς καὶ δοκεῖ μοι ταὐτά , καὶ καλῶς ἔχειν
778 γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει ·
779 καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα .
780 παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι ,
781 οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
782 ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι ,
783 ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω .
784 πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν ,
785 νύμφῃ φέροντας , τήνδε μὴ φυγεῖν χθόνα ,
786 λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον ·
787 κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ ,
788 κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης ·
789 τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα .
790 ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον ·
791 ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
792 τοὐντεῦθεν ἡμῖν · τέκνα γὰρ κατακτενῶ
793 τἄμ’ · οὔτις ἔστιν ὅστις ἐξαιρήσεται ·
794 δόμον τε πάντα συγχέασ’ Ἰάσονος
795 ἔξειμι γαίας , φιλτάτων παίδων φόνον
796 φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον .
797 οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν , φίλαι .
798 ἴτω · τί μοι ζῆν κέρδος ; οὔτε μοι πατρὶς
799 οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν .
800 ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον
801 δόμους πατρῴους , ἀνδρὸς Ἕλληνος λόγοις
802 πεισθεῖσ’ , ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην .
803 οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
804 ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805 νύμφης τεκνώσει παῖδ’ , ἐπεὶ κακῶς κακὴν
806 θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις .
807 μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
808 μηδ’ ἡσυχαίαν , ἀλλὰ θατέρου τρόπου ,
809 βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ ·
810 τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος .