Μενέλαος
682 Ὀρέστ’ , ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
683 καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι ·
684 καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
685 ξυνεκκομίζειν , δύναμιν ἢν διδῷ θεός ,
686 θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους ·
687 τὸ δ’ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν .
688 ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
689 ἔχων , πόνοισι μυρίοις ἀλώμενος ,
690 σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων .
691 μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
692 Πελασγὸν Ἄργος · εἰ δὲ μαλθακοῖς λόγοις
693 δυναίμεθ’ , ἐνταῦθ’ ἐλπίδος προσήκομεν .
694 σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν ;
695 [ πόνοισιν ; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε . ]
696 ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών ,
697 ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον ·
698 εἰ δ’ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
699 χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος ,
700 ἴσως ἂν ἐκπνεύσειεν · ἢν δ’ ἀνῇ πνοάς ,
701 τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις .
702 ἔνεστι δ’ οἶκτος , ἔνι δὲ καὶ θυμὸς μέγας ,
703 καραδοκοῦντι κτῆμα τιμιώτατον .
704 ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
705 πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς .
706 καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
707 ἔβαψεν , ἔστη δ’ αὖθις , ἢν χαλᾷ πόδα .
708 μισεῖ γὰρ θεὸς τὰς ἄγαν προθυμίας ,
709 μισοῦσι δ’ ἀστοί · δεῖ δέ μ’ οὐκ ἄλλως λέγω
710 σῴζειν σε σοφίᾳ , μὴ βίᾳ τῶν κρεισσόνων .
711 ἀλκῇ δέ σ’ οὐκ ἄν , σὺ δοξάζεις ἴσως ,
712 σῴσαιμ’ ἄν · οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
713 στῆσαι τροπαῖα τῶν κακῶν σοι πάρα .
714 οὐ γάρ ποτ’ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
715 προσηγόμεσθα · νῦν δ’ ἀναγκαίως ἔχει .
716 [ δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης ]