Ἰοκάστη
1 τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
2 καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
3 Ἥλιε , θοαῖς ἵπποισιν εἱλίσσων φλόγα ,
4 ὡς δυστυχῆ Θήβαισι τῇ τόθ’ ἡμέρᾳ
5 ἀκτῖν’ ἐφῆκας , Κάδμος ἡνίκ’ ἦλθε γῆν
6 τήνδ’ , ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα ·
7 ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
8 Πολύδωρον ἐξέφυσε , τοῦ δὲ Λάβδακον
9 φῦναι λέγουσιν , ἐκ δὲ τοῦδε Λάιον .
10 ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως ,
11 Κρέων τ’ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ
12 καλοῦσι δ’ Ἰοκάστην με · τοῦτο γὰρ πατὴρ
13 ἔθετο . γαμεῖ δὲ Λάιός μ’ · ἐπεὶ δ’ ἄπαις
14 ἦν χρόνια λέκτρα τἄμ’ ἔχων ἐν δώμασιν ,
15 ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ’ ἅμα
16 παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν .
17 δ’ εἶπεν · Θήβαισιν εὐίπποις ἄναξ ,
18 μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ ·
19 εἰ γὰρ τεκνώσεις παῖδ’ , ἀποκτενεῖ σ’ φύς ,
20 καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος .
21 δ’ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
22 ἔσπειρεν ἡμῖν παῖδα · καὶ σπείρας , { βρέφος }
23 γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν ,
24 λειμῶν’ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
25 δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος ,
26 σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον ·
27 ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν .
28 Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
29 φέρουσ’ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
30 ἔθηκαν . δὲ τὸν ἐμὸν ὠδίνων πόνον
31 μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν .
32 ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
33 παῖς οὑμὸς γνοὺς τινος μαθὼν πάρα
34 ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
35 πρὸς δῶμα Φοίβου , Λάιός θ’ , οὑμὸς πόσις ,
36 τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
37 εἰ μηκέτ’ εἴη . καὶ ξυνάπτετον πόδα
38 ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ .
39 καί νιν κελεύει Λαΐου τροχηλάτης ·
40 ξένε , τυράννοις ἐκποδὼν μεθίστασο .
41 δ’ εἷρπ’ ἄναυδος , μέγα φρονῶν . πῶλοι δέ νιν
42 χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν .
43 ὅθεν τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν ;
44 παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
45 Πολύβῳ τροφεῖ δίδωσιν . ὡς δ’ ἐπεζάρει
46 Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ’ οὐκ ἦν πόσις ,
47 Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη ,
48 ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι ,
49 τούτῳ ξυνάψειν λέκτρα . τυγχάνει δέ πως
50 μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών ·
51 [ ὅθεν τύραννος τῆσδε γῆς καθίσταται ]
52 καὶ σκῆπτρ’ ἔπαθλα τῆσδε λαμβάνει χθονός .
53 γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
54 οὐδ’ τεκοῦσα παιδὶ συγκοιμωμένη .
55 τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας ,
56 Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν ,
57 κόρας τε δισσάς · τὴν μὲν Ἰσμήνην πατὴρ
58 ὠνόμασε , τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ .
59 μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων
60 πάντ’ ἀνατλὰς Οἰδίπους παθήματα
61 ἐς ὄμμαθ’ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον ,
62 χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας .
63 ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται ,
64 κλῄθροις ἔκρυψαν πατέρ’ , ἵν’ ἀμνήμων τύχη
65 γένοιτο πολλῶν δεομένη σοφισμάτων ·
66 ζῶν δ’ ἔστ’ ἐν οἴκοις . πρὸς δὲ τῆς τύχης νοσῶν
67 ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας ,
68 θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε .
69 τὼ δ’ ἐς φόβον πεσόντε , μὴ τελεσφόρους
70 εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ ,
71 ξυμβάντ’ ἔταξαν τὸν νεώτερον πάρος
72 φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα ,
73 Ἐτεοκλέα δὲ σκῆπτρ’ ἔχειν μένοντα γῆς ,
74 ἐνιαυτὸν ἀλλάσσοντε . ἐπεὶ δ’ ἐπὶ ζυγοῖς
75 καθέζετ’ ἀρχῆς , οὐ μεθίσταται θρόνων ,
76 φυγάδα δ’ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός .
77 δ’ Ἄργος ἐλθών , κῆδος Ἀδράστου λαβών ,
78 πολλὴν ἀθροίσας ἀσπίδ’ Ἀργείων ἄγει ·
79 ἐπ’ αὐτὰ δ’ ἐλθὼν ἑπτάπυλα τείχη τάδε ,
80 πατρῷ’ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός .
81 ἐγὼ δ’ ἔριν λύουσ’ ὑπόσπονδον μολεῖν
82 ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός .
83 ἥξειν δ’ πεμφθείς φησιν αὐτὸν ἄγγελος .
84 ἀλλ’ , φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
85 Ζεῦ , σῶσον ἡμᾶς , δὸς δὲ σύμβασιν τέκνοις .
86 χρὴ δ’ , εἰ σοφὸς πέφυκας , οὐκ ἐᾶν βροτὸν
87 τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι .