Ἕκτωρ
393 παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
394 Θρῃκός τε ποταμοῦ Στρυμόνος , φιλῶ λέγειν
395 τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ’ ἀνήρ .
396 πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
397 ἐλθόντα , καὶ μὴ τοὐπί σ’ Ἀργείων ὕπο
398 Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί .
399 οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
400 οὐκ ἦλθες οὐδ’ ἤμυνας οὐδ’ ἐπεστράφης .
401 τίς γάρ σε κῆρυξ γερουσία Φρυγῶν
402 ἐλθοῦσ’ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει ;
403 ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν ;
404 σὺ δ’ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
405 Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος .
406 καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
407 Θρῃκῶν ἄνακτα τῇδ’ ἔθηκ’ ἐγὼ χερί ,
408 ὅτ’ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
409 Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
410 ἔρρηξα πέλτην , σοὶ δὲ δουλώσας λεὼν
411 παρέσχον · ὧν σὺ λακτίσας πολλὴν χάριν ,
412 φίλων νοσούντων ὕστερος βοηδρομεῖς .
413 οἱ δ’ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες ,
414 πάλαι παρόντες , οἳ μὲν ἐν χωστοῖς τάφοις
415 κεῖνται πεσόντες , πίστις οὐ σμικρὰ πόλει ,
416 οἳ δ’ ἔν θ’ ὅπλοισι καὶ παρ’ ἱππείοις ὄχοις
417 ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
418 μένουσι καρτεροῦντες , οὐκ ἐν δεμνίοις
419 πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι .
420 ταῦθ’ , ὡς ἂν εἰδῇς Ἕκτορ’ ὄντ’ ἐλεύθερον ,
421 καὶ μέμφομαί σοι καὶ λέγω κατ’ ὄμμα σόν .