Ῥῆσος
422 τοιοῦτός εἰμι καὐτός , εὐθεῖαν λόγων
423 τέμνων κέλευθον , κοὐ διπλοῦς πέφυκ’ ἀνήρ .
424 ἐγὼ δὲ μεῖζον σὺ τῆσδ’ ἀπὼν χθονὸς
425 λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην ·
426 ἀλλ’ ἀγχιτέρμων γαῖά μοι , Σκύθης λεώς ,
427 μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
428 ξυνῆψε πόλεμον · Εὐξένου δ’ ἀφικόμην
429 πόντου πρὸς ἀκτάς , Θρῇκα πορθμεύσων στρατόν .
430 ἔνθ’ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
431 ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος .
432 τοιάδε τοί μ’ ἀπεῖργε συμφορὰ πέδον
433 Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν .
434 ἐπεὶ δ’ ἔπερσα , τῶνδ’ ὁμηρεύσας τέκνα
435 τάξας { τ’ } ἔτειον δασμὸν ἐς δόμους φέρειν ,
436 ἥκω περάσας ναυσὶ πόντιον στόμα ,
437 τὰ δ’ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα
438 οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας ,
439 οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος ,
440 ἀλλ’ οἷα πόντον Θρῄκιον φυσήματα
441 κρυσταλλόπηκτα Παιόνας τ’ ἐπεζάρει ,
442 ξὺν τοῖσδ’ ἄυπνος οἶδα τλὰς πορπάμασιν .
443 ἀλλ’ ὕστερος μὲν ἦλθον , ἐν καιρῷ δ’ ὅμως ·
444 σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
445 κοὐδὲν περαίνεις , ἡμέραν δ’ ἐξ ἡμέρας
446 πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη ·
447 ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
448 πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
449 κτεῖναί τ’ Ἀχαιούς · θατέρᾳ δ’ ἀπ’ Ἰλίου
450 πρὸς οἶκον εἶμι , συντεμὼν τοὺς σοὺς πόνους ,
451 ὑμῶν δὲ μή τις ἀσπίδ’ ἄρηται χερί ·
452 ἐγὼ γὰρ ἕξω τοὺς μέγ’ αὐχοῦντας δορὶ
453 πέρσας Ἀχαιούς , καίπερ ὕστερος μολών .