Ἕκτωρ
497 Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
498 χὡ Τυδέως παῖς · ἔστι δ’ αἱμυλώτατον
499 κρότημ’ Ὀδυσσεύς , λῆμά τ’ ἀρκούντως θρασὺς
500 καὶ πλεῖστα χώραν τήνδ’ ἀνὴρ καθυβρίσας ·
501 ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
502 κλέψας ἄγαλμα ναῦς ἐπ’ Ἀργείων φέρει .
503 ἤδη δ’ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
504 ἐσῆλθε πύργους , πολλὰ δ’ Ἀργείοις κακὰ
505 ἠρᾶτο , πεμφθεὶς Ἰλίου κατάσκοπος ·
506 κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
507 ἐξῆλθεν · αἰεὶ δ’ ἐν λόχοις εὑρίσκεται
508 Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
509 θάσσων · κακῷ δὲ μερμέρῳ παλαίομεν .
Ῥῆσος
510 οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
511 κτεῖναι τὸν ἐχθρόν , ἀλλ’ ἰὼν κατὰ στόμα .
512 τοῦτον δ’ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
513 καὶ μηχανᾶσθαι , ζῶντα συλλαβὼν ἐγὼ
514 πυλῶν ἐπ’ ἐξόδοισιν ἀμπείρας ῥάχιν
515 στήσω πετεινοῖς γυψὶ θοινατήριον .
516 λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
517 συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ .