Ῥῆσος
481 οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα ;
Ἕκτωρ
482 μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει .
Ῥῆσος
483 ἀρκεῖν ἔοικέ σοι παθεῖν , δρᾶσαι δὲ μή .
Ἕκτωρ
484 πολλῆς γὰρ ἄρχω κἀνθάδ’ ὢν τυραννίδος .
485 ἀλλ’ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
486 εἴτ’ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
487 πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν .
Ῥῆσος
488 μόνος μάχεσθαι πολεμίοις , Ἕκτορ , θέλω .
489 εἰ δ’ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
490 πρύμνας , πονήσας τὸν πάρος πολὺν χρόνον ,
491 τάξον μ’ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα .
Ἕκτωρ
492 οὐκ ἔστ’ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ .
Ῥῆσος
493 καὶ μὴν λόγος γ’ ἦν ὡς ἔπλευσ’ ἐπ’ Ἴλιον .
Ἕκτωρ
494 ἔπλευσε καὶ πάρεστιν · ἀλλὰ μηνίων
495 στρατηλάταισιν οὐ συναίρεται δόρυ .
Ῥῆσος
496 τίς δὴ μετ’ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ ;