Ἕκτωρ
856 χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
857 ὅσονπερ ἐν γῇ τῇδ’ Ἀχαιικὸς λεώς ,
858 κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων ·
859 ἐν σοὶ δ’ ἂν ἀρχοίμεσθα . μή μ’ ἔρως ἕλοι
860 τοιοῦτος ἵππων ὥστ’ ἀποκτείνειν φίλους .
861 καὶ ταῦτ’ Ὀδυσσεύς · τίς γὰρ ἄλλος ἄν ποτε
862 ἔδρασεν ’βούλευσεν Ἀργείων ἀνήρ ;
863 δέδοικα δ’ αὐτὸν καί τί μου θράσσει φρένας ,
864 μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ ·
865 χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται .
Ἡνίοχος
866 οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας ·
867 ἡμεῖς δ’ ὑπ’ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα .
Ἕκτωρ
868 σὺ δ’ οὖν νόμιζε ταῦτ’ , ἐπείπερ σοι δοκεῖ .
Ἡνίοχος
869 γαῖα πατρίς , πῶς ἂν ἐνθάνοιμί σοι ;
Ἕκτωρ
870 μὴ θνῇσχ’ · ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος .
Ἡνίοχος
871 ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος ;
Ἕκτωρ
872 οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται .
Ἡνίοχος
873 καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες ;
Ἕκτωρ
874 ὅδ’ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων .
Ἡνίοχος
875 ὄλοιθ’ δράσας . οὐ γὰρ ἐς σὲ τείνεται
876 γλῶσσ’ , ὡς σὺ κομπεῖς · Δίκη δ’ ἐπίσταται .