Ἰφιγένεια
1 Πέλοψ Ταντάλειος ἐς Πῖσαν μολὼν
2 θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην ,
3 ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν · Ἀτρέως δὲ παῖς
4 Μενέλαος Ἀγαμέμνων τε · τοῦ δ’ ἔφυν ἐγώ
5 τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς ,
6 ἣν ἀμφὶ δίναις ἃς θάμ’ Εὔριπος πυκναῖς
7 αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει ,
8 ἔσφαξεν Ἑλένης οὕνεχ’ , ὡς δοκεῖ , πατὴρ
9 Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος .
10 ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
11 Ἑλληνικὸν συνήγαγ’ Ἀγαμέμνων ἄναξ ,
12 τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
13 λαβεῖν Ἀχαιοῖς τούς θ’ ὑβρισθέντας γάμους
14 Ἑλένης μετελθεῖν , Μενέλεῳ χάριν φέρων .
15 δεινῆς δ’ ἀπλοίας πνευμάτων τε τυγχάνων ,
16 ἐς ἔμπυρ’ ἦλθε , καὶ λέγει Κάλχας τάδε ·
17 τῆσδ’ ἀνάσσων Ἑλλάδος στρατηγίας ,
18 Ἀγάμεμνον , οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός ,
19 πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
20 λάβῃ σφαγεῖσαν · τι γὰρ ἐνιαυτὸς τέκοι
21 κάλλιστον , ηὔξω φωσφόρῳ θύσειν θεᾷ .
22 παῖδ’ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
23 τίκτει τὸ καλλιστεῖον εἰς ἔμ’ ἀναφέρων
24 ἣν χρή σε θῦσαι . καί μ’ Ὀδυσσέως τέχναις
25 μητρὸς παρείλοντ’ ἐπὶ γάμοις Ἀχιλλέως .
26 ἐλθοῦσα δ’ Αὐλίδ’ τάλαιν’ ὑπὲρ πυρᾶς
27 μεταρσία ληφθεῖσ’ ἐκαινόμην ξίφει ·
28 ἀλλ’ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
29 Ἄρτεμις Ἀχαιοῖς , διὰ δὲ λαμπρὸν αἰθέρα
30 πέμψασά μ’ ἐς τήνδ’ ᾤκισεν Ταύρων χθόνα ,
31 οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
32 Θόας , ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
33 ἐς τοὔνομ’ ἦλθε τόδε ποδωκείας χάριν .
34 ναοῖσι δ’ ἐν τοῖσδ’ ἱερέαν τίθησί με ·
35 ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
36 Ἄρτεμις , ἑορτῆς , τοὔνομ’ ἧς καλὸν μόνον
37 τὰ δ’ ἄλλα σιγῶ , τὴν θεὸν φοβουμένη
38 [ θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει , ]
39 [ ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ . ]
40 κατάρχομαι μέν , σφάγια δ’ ἄλλοισιν μέλει
41 ἄρρητ’ ἔσωθεν τῶνδ’ ἀνακτόρων θεᾶς .
42 καινὰ δ’ ἥκει νὺξ φέρουσα φάσματα ,
43 λέξω πρὸς αἰθέρ’ , εἴ τι δὴ τόδ’ ἔστ’ ἄκος .
44 ἔδοξ’ ἐν ὕπνῳ τῆσδ’ ἀπαλλαχθεῖσα γῆς
45 οἰκεῖν ἐν Ἄργει , παρθένοισι δ’ ἐν μέσαις
46 εὕδειν , χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ ,
47 φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
48 δόμων πίτνοντα , πᾶν δ’ ἐρείψιμον στέγος
49 βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν .
50 μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι
51 δόμων πατρῴων , ἐκ δ’ ἐπικράνων κόμας
52 ξανθὰς καθεῖναι , φθέγμα δ’ ἀνθρώπου λαβεῖν ,
53 κἀγὼ τέχνην τήνδ’ ἣν ἔχω ξενοκτόνον
54 τιμῶσ’ ὑδραίνειν αὐτὸν ὡς θανούμενον ,
55 κλαίουσα . τοὔναρ δ’ ὧδε συμβάλλω τόδε ·
56 τέθνηκ’ Ὀρέστης , οὗ κατηρξάμην ἐγώ .
57 στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες ·
58 θνῄσκουσι δ’ οὓς ἂν χέρνιβες βάλωσ’ ἐμαί .
59 [ οὐδ’ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω · ]
60 [ Στροφίῳ γὰρ οὐκ ἦν παῖς , ὅτ’ ὠλλύμην ἐγώ . ]
61 νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
62 παροῦσ’ ἀπόντι ταῦτα γὰρ δυναίμεθ’ ἄν
63 σὺν προσπόλοισιν , ἃς ἔδωχ’ ἡμῖν ἄναξ
64 Ἑλληνίδας γυναῖκας . ἀλλ’ ἐξ αἰτίας
65 οὔπω τίνος πάρεισιν ; εἶμ’ ἔσω δόμων
66 ἐν οἷσι ναίω τῶνδ’ ἀνακτόρων θεᾶς .