Πυλάδης
104 φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ’ εἰώθαμεν ,
105 τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον ·
106 ναοῦ δ’ ἀπαλλαχθέντε κρύψωμεν δέμας
107 κατ’ ἄντρ’ πόντος νοτίδι διακλύζει μέλας
108 νεὼς ἄπωθεν , μή τις εἰσιδὼν σκάφος
109 βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ .
110 ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ ,
111 τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
112 ἄγαλμα πάσας προσφέροντε μηχανάς .
113 ὅρα δέ γ’ εἴσω τριγλύφων ὅποι κενὸν
114 δέμας καθεῖναι · τοὺς πόνους γὰρ ἁγαθοὶ
115 τολμῶσι , δειλοὶ δ’ εἰσὶν οὐδὲν οὐδαμοῦ .
Ὀρέστης
116 οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον ,
117 ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν .
118 ἀλλ’ εὖ γὰρ εἶπας , πειστέον · χωρεῖν χρεὼν
119 ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας .
120 οὐ γὰρ τὸ τοῦ θεοῦ γ’ αἴτιον γενήσεται
121 πεσεῖν ἄχρηστον θέσφατον · τολμητέον ·
122 μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει .